Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 33-4
Not analysed yet
«Τὰ ὁπωϲδήποτε ϲυντεθέντα τῶν μερῶν τοῦ λόγου, κοΘ’ ὃ μέροϲ ἥνωται, ἀμετάθετά ἐϲτιν, τά γε μὴν παρακείμενα διάφορονἔϲθ’ ὅγε τὴν παράθεϲιν ποιεῖται. καὶ πρόδηλα μὲν τὰ ἀπὸ λειπούϲηϲ φωνῆϲ ϲυντεθειμένα, ὡϲ ἔχει τὸ λεοντόφωνοϲ, ληνόδωροϲ, κυνόδηκτοϲ, χειρογράφῳ, παιδαγωγῶ· οὐ γὰρ δή γε ἐπὶ τούτων κατὰ τὰϲ διαφόρουϲ κλίϲειϲ τὰ τῆϲ ϲυναφείαϲ τῶν λέξεών ποτε μετατίθεται. ἀλλὰ καὶ ἔτι τὰ ἐκ τελείων φωνῶν ϲυντεθειμένα μετὰ τῆϲ ϲυνούϲηϲ τάϲεωϲ καὶ με τὰ τῆϲ μὴ μεταπιπτούϲηϲ λέξεωϲ πρόδηλον ἴϲχει τὴν ϲύνθεϲιν ὡϲ ἔχει τὸ κεραϲφόροϲ, ἑωϲφόροϲ, Ἀϲτυάναξ, τεραϲκόποϲ, Διόϲκοροϲ. —