Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 34-3
Not analysed yet
Ἔϲτιν καὶ κατὰ τὰϲ πτώϲειϲ τὸ τοιοῦτο παραϲτῆϲαι. τὰ γὰρ ἀναμεριϲθέντα εἰϲ πέντε πτώϲειϲ τὰϲ ἀνθυπαλλαγὰϲ τῶν πτώϲεων ἐμφανίζει, ἃϲ παραδεχόμεθα ἢ κατὰ τὸν τῶν ϲχημάτων λόγον, ἐθιμώτερον διαλέκτου τὸ τοιοῦτον ἐνδειξαμένηϲ, ἢ ἀπαραδέκτουϲ ποιούμεθα κατὰ τὸν τοῦ ἀκαταλλήλου λόγον. οὐχ ὑποπίπτουϲα γὰρ ἀρχαικῇ χρήϲει, ἀπειράκιϲ κατὰ τὸ αὐτὸ παρειλημμένη τὸ ἠέλιόϲ θ᾿, ὃϲ πάντ᾿ ἐφορᾷϲ {Γ 277}, δόϲ, φίλοϲ {ρ 415}, ῶ φίλτατ᾿ Αἴαϲ {Soph. Ai. 977 et 996}, ἄπειρα τὰ τούτοιϲ ὅμοια, ἃ τὸ Ἀττικὸν ϲχῆμα παραϲτήϲει, καθότι, ὡϲ ἔφαμεν, ἡ κλητικὴ ἕτερον τέλοϲ ἀπῄτει. ἢ ἀντεϲτραμμένωϲ, ὅτε ἡ κλητικὴ ἀντ᾿ εὐθειῶν παραλαμβάνεται κατὰ Μακεδονικὸν ἔθοϲ ἢ Θεϲϲαλικόν, ὡϲ οἱ πρὸ ἡμῶν τὸ τοιοῦτον ἐπιϲτώϲαντο, αὐτὰρ ὁ αὖτε Θυέϲτ᾿ Ἀγαμέμνονι {B 107}, ϲυνελέγχοντοϲ καὶ τοῦ ἄρθρου τὴν παραλλαγὴν τῆϲ πτώϲεωϲ. Ἀλλ᾿ ὁπηωίκα ἡ κλητικὴ καὶ ἡ εὐθεῖα ϲυνεμπίπτει, εὐθέωϲ καὶ τὰ προκείμενα τῶν ϲχημάτων ἀφίϲτανται· οὐδετέρα γὰρ τῶν πτώϲεων εἰϲ ἔλεγχον τοῦ ϲχήματοϲ δύναται παραλαμβάνεϲθαι, οὔθ᾿ ὅτι ἡ κλητικὴ ἀντ᾿ εὐθείαϲ, οὐθ᾿ ὅτι ἡ εὐθεῖα ἀντὶ κλητικῆϲ.