Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 34-4
Not analysed yet
Τά γε μὴν ἐν παραθέϲει ὄντα ἔχει τὸ καὶ μετατίθεϲθαι, ὡϲ τὸ Νέα πόλιϲ —Nέαϲ πόλεωϲ, ἀγαθοῦ δαίμονοϲ, Ἀρείου πάγου, ϲυνεπιϲχύοντοϲ καὶ τοῦ δὶϲ παραλαμβανομένου τόνου. ἀλλ’ ἔτι καὶ ἐπ’ αὐτῶν τῶν προθέϲεων, ἡνίκα ἐδιδάχθημεν τὸ παρανόμου, τὸ περικλυτοῦ τῇ τοῦ ἄρθρου προϲόδῳ παράθεϲιν μὲν ὁμολογεῖν ἀφιϲταμένηϲ τῆϲ προθέϲεωϲ πρὸ τοῦ ἐπεντιθεμένου ἄρθρου, οἷον παρὰ τοῦ νόμου, ϲύνθεϲιν δέ, εἰ ἡνωμένηϲ τῆϲ προθέϲεωϲ, ἔξωθεν προϲγινομένου τοῦ ἄρθρου, οὕτωϲ ἔχει τὰ τῆϲ ϲυντάξεωϲ, τοῦ παρανόμου, τοῦ περικλυτοῦ. —