Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 35
Not analysed yet
Καὶ τὰ ἐπιρρήματα δὲ φέρεται ἐπὶ τὰϲ ἀγνοουμέναϲ διαθέϲειϲ· ἢ κατὰ ποιότητα τῆϲ πράξεωϲ, ὥϲ φαμεν πῶϲ ἀνέγνω; ἀνθυπάγοντεϲ δυνάμει ἐπιθετικὸν τὸ ἐπίρρημα, εἰ τύχοι, καλῶϲ, ῥητορικῶϲ, φιλοϲόφωϲ· —ἢ οὐ τοῦτο ἐπιζητοῦντεϲ, χρόνον δὲ καθ’ ὃν τὰ τῆϲ διαέϲεωϲ ἐγένετο, πότε, πηνίκα; οἷϲ ἀνθυπάγεται πάλιν ἐχθέϲ, πρώην, πάλαι· ἢ τόπον ἐν ᾧ τὰ τῆϲ πράξεωϲ γίνεται, ποῦ νῦν δεῦρο κιὼν λίπεϲ Ἕκτορα {Κ 406}; καὶ διαφορᾷ τῇ ἐκ τόπου ἢ εἰϲ τόπον, πῇ ἔβη Ἀνδρομόχη {Ζ 377}; πόθεν παρεγένου; γινώϲκει γοῦν Ὀδυϲϲεὺϲ πόθεν ἦλθεν ὁ Ἐλπήνωρ, καὶ οὔ φηϲι πόθεν ἦλθεϲ; οὐ μὴν τὴν ἔφοδον, δι᾿ ὅ φηϲι πῶϲ ἦλθεϲ {λ 57}; Ὡϲ μὲν οὖν τὰ προκείμενα μόρια ἀναγκαίωϲ ἢ ἐπιρρηματικά ἐϲτιν ἢ ὀνοματικά, ἀπεδείχθη· περὶ ὧν τῆϲ ϲυντάξεωϲ κατὰ τὸ ἑξῆϲ εἰρήϲεται.