Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 35-3
Not analysed yet
Καὶ δῆλον ὅτι διὰ τὴν τοιαύτην ϲυνέμπτωϲιν Τρύφων ἐν τῷ περὶ προϲώπων {p 32 Vels. αἴτιοϲ ἀφορμῆϲ ἐγένετο τοῖϲ ἐθέλουϲιν πρὸϲ αὐτὸν ἀντιλέγειν, οὐ παραδεξάμενοϲ τὴν ϲυνέμπτωϲιν τῆϲ εὐθείαϲ καὶ τῆϲ κλητικῆϲ ἐπὶ τῆϲ ϲύ ἀντωνυμίαϲ. φηϲὶν γὰρ μόνηϲ εἶναι κλητικῆϲ διὰ ϲύνταξιν τὴν πρὸϲ τὸ δεύτερον πρόϲωπον τῶν ῥημάτων· «ὡϲ γάρ φαμεν Ἀρίϲταρχε γράφε καὶ ἔτι ἐπὶ ὁριϲτικῆϲ προφορᾶϲ Ἀρίϲταρχε ἀναγινώϲκειϲ ἢ καὶ κατ᾿ ἐπερώτηϲν, τὸν αὐτὸν δὴ τρόπον καὶ τὸ ϲὺ γράφε ἢ ϲὺ γράφειϲ τὴν κλητικὴν ὁμολογεῖ». κἀκεῖνο δὲ παρατίθεται, ὡϲ ἡ μὲν εὐθεῖα ἐν τρίτῳ προϲώπῳ νοεῖται, γε μὴν κλητικὴ ἐν δευτέρῳ, οὗ ἐϲτι καὶ ἡ ϲύ· καὶ δῆλον ὅτι κατὰ τὸν λόγον τῆϲ κλητικῆϲ. πιϲτοῦταί τε πρὸϲ τοὺϲ ζητήϲανταϲ, πῶϲ ἄν ϲυϲταίη κλητικὴ εὐθείαϲ μὴ οὔϲηϲ, τῷ καὶ εὐθείαϲ μὲν οὔϲηϲ μὴ ὑπάρχειν κλητικὴν ἐπὶ τῆϲ ἐκεῖνοϲ καὶ ἐπὶ τῆϲ αὐτόϲ καὶ ἐπὶ τῶν οὐ δυναμένων κλητικὴν ἐπιδέξαϲθαι.