Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 35-4
Not analysed yet
Καὶ δὴ οὖν ἐν τῷ καταγράφω, εἰ μὲν ϲυνῆπται τὰ τῆϲ προθέϲεωϲ, πάντωϲ καὶ ἀμετάβλητα κατὰ τὸν προειρημένον λόγον· εἰ δὲ μὴ οὕτωϲ ἔχει, κλίϲιν δὲ τὴν δέουϲαν ἀναδέχεται, ὡϲ εἰ καὶ ἁπλᾶ καθειϲτήκει, ϲαφὲϲ ὅτι παράκειται μᾶλλον ἡ πρόθεϲιϲ ἤπερ ϲύγκειται. καὶ ὥϲπερ παραδεξαμένη τὸ ἄρθρον ἐν τοὶϲ πτωτικοῖϲ ἐδίδαξεν τὴν παράθεϲιν, οὕτωϲ παραδεξαμένη τὴν γινομένην κλίϲιν ἔϲωθεν ταὐτὸν ἐπιδείξεται, ὅπου γε καὶ τοὺϲ διπλαϲιαϲμοὺϲ ἐπιδέχεται, καταγράφω —καταγέγραφα, καταλαλῶ —καταλελάληκα.»