Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 36
Not analysed yet
,Ἑπεὶ οὖν τὰ ὑπόλοιπα τῶν μερῶν τοῦ λόγου ἀνάγεται πρὸϲ τὴν τοῦ ῥήματοϲ καὶ τοῦ ὀνόματοϲ ϲύνταξιν, ἐξ ἧϲ καὶ τὴν τοῦ ὀνόματοϲ ἔϲχε θέϲιν, δέον διαλαβεῖν περὶ ἑκάϲτου τοῦ τε ϲυμπαραλαμβανομένου καὶ τοῦ ἀνθυπαγομένου ἢ καὶ ϲυμπαραλαμβανομένου, ὡϲ αἱ ἀντωνυμίαι ἀντὶ τῶν ὀνομάτων καὶ μετὰ τῶν ὀνομάτων, καὶ ἔτι αἱ μετοχαὶ ἀντὶ τῶν ῥημάτων καὶ μετὰ τῶν ῥημάτων, καὶ ἐπὶ τῶν ἑξῆϲ μερῶν τοῦ λόγου.