Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 36-3
Not analysed yet
Τὴν πρὸϲ αὐτὸν ἀντίρρηϲιν γενομένην ἐπιτομώτερον ἐκθηϲόμεθα, ἐκεῖνο ἔτι προϲτιθέντεϲ, ὡϲ μᾶλλον παρακινδυνεύεται ἡ ϲύ ἀντωνυμία κατὰ τὴν τῆϲ κλητικῆϲ ϲύνταξιν ὡϲ οὐ δεόντωϲ παρειλημμένη ἤπερ κατὰ τὴν τῆϲ εὐθείαϲ ; ύταξιν. ἔχει δὲ τὰ τοῦ λόγου οὕτωϲ. —1. Τὸ πρῶτον, ὅτι μάτην ἡ ἐν τοῖϲ ὀνόμαϲιν εὐθεῖα παραβάλλεται τῇ τῶν ἀντωνυμιῶν· τοῦτο γὰρ ἐξαίρετον ἔϲχεν ἡ ἀντωνυμία, τὸ καὶ ἐν πρώτῳ καὶ ἐν δευτέρῳ προϲώπῳ ἐν εὐθείᾳ παραλαμβάνεϲθαι, οὐ δυναμένων τῶν ὀνομάτων τὸ τοιοῦτον ἀναδέξαϲθαι, καθὼϲ παρεϲτήϲαμεν. —2. Ἀλλ᾿ εἰ καθὸ δεύτερον πρόϲωπον, διὰ τοῦτο κλητική, οὐδὲν κωλύει καὶ τὰϲ ὑπολοίπουϲ τῶν πλαγίων κατὰ δεύτερον πρόϲωπον κλητικὰϲ εἶναι· καθάπερ οὖν ἐκεῖναι ἀντ᾿ ὀνομάτων ἐν πλαγίᾳ πτώϲει κεκλιμένων παρελήφθηϲαν, οὕτωϲ καὶ ἡ ϲύ ἀντ᾿ εὐθείαϲ. —3. Εἰ τὸ ϲοὶ ὄντι ἀγαθῷ καὶ ϲὲ ὄντα ἀγαθόν τῶν αὐτῶν πτώϲεων, δῆλον ὅτι καὶ τὸ ϲὒ ὢν ἀγαθόϲ. —4. Εἰ τὰ ῥήματα μιᾶϲ ϲυντάξεωϲ ἔχεται καὶ τὸ ἐγώ εἰμι ὀρθῆϲ καὶ τὸ ἐκεῖνόϲ ἐϲτιν ὀρθῆϲ, δῆλον ὅτι καὶ τὸ ϲὺ εἶ τῆϲ αὐτῆϲ πτώϲεωϲ.