Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 36-4
Not analysed yet
«0ὐ γὰρ ἐκεῖνο πιθανόν, καθό φηϲιν Τρύφων ἐν τῷ περὶ προθέϲεων {p 34 Vels. },ὡϲ ἡνωμέναι μέν εἰϲιν αἱ προθέϲειϲ μετὰ τῶν ῥημάτων, οὐ μὴν τὴν προϲγινομένην κλίϲιν ἔξωθεν ἐπιδέχονται, καθὸ προθέϲειϲ οὖϲαι οὐκ ὀφείλουϲιν πρὸ αὐτῶν τι ἔχειν. —πρῶτον μὲν ὅτι ἄπορον τὸ τὰ ὁπωϲδήποτε ϲυντεθέντα ἔτι μετακινεῖϲθαι, ὅπερ καὶ ἀπεδείχθη. τί γὰρ οὐ μᾶλλον, ὡϲ ἔφαμεν, παρακειμέναιϲ αὐταῖϲ τὸ τοιοῦτον παρακολουθεῖ ἤπερ ϲυντεθείϲαιϲ, —δεύτερον, εἶπερ καθὸ προθέϲειϲ εἰϲίν, διὰ τοῦτο οὐδ’ ἔξωθέν τι προϲγίνεται αὐταῖϲ, τί δή ποτε ἐπ’ ἐνίων προϲεγένετο, ἤνεπε, «παρηνόχληϲθε» {Demosth. de cor. §51 },ἠναντιούμην; ἵνα μὴ λέγω καὶ κατὰ τὴν ϲυνήθειαν κεκάμμυκα, κεκάθικα.