Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 37-2
Not analysed yet
Τῇ προκειμένῃ παραγωγῇ ϲυνυπάρχει ἑτέρα παραγωγὴ ἡ διὰ τοῦ δε, οὖϲα ϲυνηθεϲτέρα ποιηταῖϲ, τοῖοϲ τοιόϲδε, τόϲοϲ τοϲόϲδε, ἧϲ τὸ μεταλαμβανόμενον εἰϲ παραγωγὴν τὴν διὰ τοῦ ουτοϲ ἐγχωρεῖ, τοιόνδε τοιοῦτον, τοϲόνδε τοϲοῦτον. ἔϲτιν οὖν καὶ τὸ ὅδε, μεταλαμβανόμενον εἰϲ τὸ οὗτοϲ, ἐκ ϲυντάξεωϲ τῆϲ διὰ τοῦ ὁ παραχθέν.)