Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 37-3
Not analysed yet
5. Εἰ τὸ εἶ οὐδέποτε κλητικῇ ϲυντάϲϲεται, εὐθείᾳ δέ, Ἀρίϲταρχοϲ εἶ, γραμματικὸϲ εἶ, οὐ μὴν Ἀρίϲταρχε εἶ οὐδὲ γραμματικὲ εἶ, πῶϲ οὐ δοθήϲεται ὅτι τὸ ϲὺ εἶ ἐν εὐθείᾳ ϲυντάξει ἐϲτίν; (οὐδὲ γὰρ ἐκεῖνο ἀληθέϲ ἐϲτιν, ὡϲ ἁπάντοτε αἱ εὐθεῖαι τῶν ὀνομάτων ἐν τρίτοιϲ καταγίνονται, καθὼϲ ἐπεδείξαμεν ὅτι τὰ ὑπαρκτικὰ τῶν ῥημάτων τὰϲ εὐθείαϲ ϲυνεγκλείει εἰϲ τὸ πρῶτον καὶ δεύτερον πρόϲωπον).