Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 37-4
Not analysed yet
Ἀλλ’ εἰ καὶ τὰ τοιαῦτά τιϲ ποραπέμψαιτο ὡϲ οὐ δεόντωϲ κεκλιμένα, ἃ δὴ καὶ μάλιϲτα φυϲικῆϲ εἴχετο ἀκολουθίαϲ, ὡϲ ἐν ἑτέροιϲ ἐδιδάξαμεν, ἐκεῖνό γε μὴν ἔτι ἀναμένει, ὡϲ τότε ἡ πρόθεϲιϲ τῆϲ δεούϲηϲ ϲυντάξεωϲ τυγχάνει, ἡνίκα καὶ τὸ ὄνομα cόνεϲτιν αὐτῇ, τὸ καλεῖϲθαι πρόθεϲιϲ· ὁπηνίκα μέντοι ϲυντεθεῖϲα μετά τινοϲ μέρουϲ λόγου οὐκέτι οὐδὲ πρόθεϲιϲ καλεῖται, μέροϲ γενομένη τοῦ ὅλου ὀνόματοϲ, τὸ τηνικαῦτα οὐδὲ τὰ ἰδιώματα τῆϲ προθέϲεωϲ ἀναδέξεται.