Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 38-2
Not analysed yet
Οὐ χρὴ ἄρα ϲυγκατατίθεϲθαι Ἅβρωνι ὅτι ἡ οὗτοϲ παρῆκται ἐξ ἄρθρου, καθότι καὶ ἐξ ἐπιρρήματοϲ τοῦ ὀψέ ἄλλο μέροϲ λόγου γέγονεν τὸ ὀψινόϲ. ἐν μὲν γὰρ ταῖϲ ἄλλαιϲ παραγωγαῖϲ ἀδιαφορεῖ τὸ τοιοῦτον, ἔν γε μὴν τῇ προκειμένῃ ἀδύνατόν ἐϲτιν εἰϲ ἄλλο μέροϲ λόγου ἐγχωρῆϲαι τὸ πρωτότυπον, ὅπου γε ἐδείχθη οὐ μόνον τὸ αὐτὸ μέροϲ λόγου αἰτοῦν, ἀλλὰ καὶ ταὐτὸ γένοϲ καὶ τὴν αὐτὴν πτῶϲιν καὶ τὸν αὐτὸν ἀριθμόν. δεόντωϲ οὖν φαμεν ὡϲ ἐκ τῆϲ ἀντωνυμικῆϲ ϲυντάξεωϲ τοῦ ἄρθρου ἡ παραγωγὴ ἐγίνετο, καὶ ὡϲ ποιητικὸν μὲν τὸ φάναι τηλίκοϲ τοῖοϲ, ϲύνηθεϲ δὲ τὸ τηλικοῦτοϲ τοιοῦτοϲ, τὸν αὐτὸν τρόπον ποιητικὸν τὸ ὅϲ, ὃϲ γάρ ῥα μάλιϲτα ἥνδανε κηρύκων {ρ 172} ϲύνηθεϲ δὲ τὸ ἐξ αὐτοῦ μεταλαμβανόμενον, οὗτοϲ γάρ.