Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 38-3
Not analysed yet
6. Εἴπερ τὰ πρῶτα πρόϲωπα πληθυντικὰ ὄντα ϲύλληψιν ἀναδέχεται δευτέρου καὶ τρίτου τῶν κατὰ τὴν αὐτὴν πτῶϲιν, ἡνίκα φαμὲν κατὰ μὲν μεριϲμὸν ἐμοὶ καὶ ϲοὶ καὶ Διονυϲίῳ ἐλάληϲεν Τρύφων, κατὰ δὲ ϲύλληψιν ἡμῖν ἐλάληϲεν Τρύφων, καὶ ἐπὶ τῶν λοιπῶν, πῶϲ οὐκ ἂν δοθείη τὸ ἐγὼ καὶ ϲὺ καὶ Τρύφων ἐν ταῖϲ αὐταῖϲ πτώϲεϲιν καταγίνεϲθαι ϲυνόντοϲ πάλιν τοῦ κατὰ ϲύλληψιν πληθυντικοῦ ἐν εὐθείᾳ, ἡμεῖϲ παραγινόμεθα.