Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 38-4
Not analysed yet
Παρὸν πιϲτώϲαϲθαι ἐκ τῶν προκατειλεγμένων. ὅταν γὰρ ἐν τῷ ἀνοίκτηϲ μέροϲ ὀνόματοϲ ἐγένετο, ἔϲχεν καὶ δευτερεύουϲαν τὴν ϲύνθεϲιν ἐν τῷ θυρανοίκτηϲ, καίτοι κατ’ ἀρχὰϲ ἀεὶ ϲυντιθεμένη· ὅτε ϲυνετέθη ἐν τῷ κατάδρομοϲ εἰϲ ὄνομα χωρήϲαϲα, ἔξωθεν προκείμενον ἔϲχε τὸ ἄρθρον, οὐκέτι τῷ λόγῳ τῆϲ προθέϲεωϲ ἀρκτικὴ γενομένη, δευτέρα δὲ τοῦ ἄρθρου. ἐδείκνυτο γοῦν ἐν παραθέϲει μὴ παραχωροῦϲα τοῦ τόπου τῷ ἄρθρῳ ἐν τῷ κατὰ Κτηϲιφῶντοϲ καὶ ἔτι κατὰ τοῦ Κτηϲιφῶντοϲ, ἐκ Λέϲβου καὶ ἐκ τῆϲ Λέϲβου. —