Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 39-2
Not analysed yet
Κἀκεῖνο δὲ προϲθετέον, ὡϲ ἐνέλειψεν ἡ εὐθεῖα τῷ τ, καθὼϲ ἐπεδείξαμεν κἀν τῷ περὶ ἄρθρων. πάλιν οἱ Δωριεῖϲ οὐκ ἐπλεόναϲαν ἐν τῷ ταῦται καὶ τοῦτοι, ἀλλ’ ἀπέδωκαν τὸ προοφειλόμενον, ὡϲ δέδεικται καὶ ἐπὶ τῶν ἄρθρων. ὁμολογοῦϲι καὶ αἱ πλάγιοι ἀπὸ τοῦ τ ἀρξάμεναι καὶ τοῦ οὐδετέρου ἡ εὐθεῖα καὶ τὸ κατὰ τὴν εὐθεῖαν πνεῦμα. πότε γὰρ ἡ ου δίφθογγοϲ δαϲύνεται, ὅπου γε καὶ τὰ δαϲυνόμενα ἐγγινομένηϲ αὐτῆϲ ψιλὰ γίνεται, ὅλοϲ οὖλοϲ, ὅροϲ οὖροϲ; δαϲύνεται δὲ τὸ οὕνεκα διὰ τὸ τούνεκα. οὐκ ἂν οὖν ἄλλωϲ δαϲυνθείη τὸ οὗτοι, εἰ μὴ ἀπολογίαν τὴν ἔλλειψιν τοῦ τ.