Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 39-3
Not analysed yet
7. Ἔcτιν κἀκ τῆϲ ϲυντάξεωϲ τῶν ϲυνδέϲμων παραϲτῆϲαι. ϲυνδεόμενα τὰ πτωτικὰ κατὰ τὴν αὐτὴν κοινότητα τῶν ῥημάτων πάντωϲ καὶ τῆϲ αὐτῆϲ πτώϲεωϲ ἔχεται, ἢ ἐμοὶ χαρίζεται Τρύφων ἢ ϲοὶ ἢ Διονυϲίῳ, ἢ ἐμοῦ ἀκούει Τρύφων ἢ ϲοῦ Θέωνοϲ, καὶ ϲαφὲϲ ὅτι τὸ παρεμπῖπτον ἀλλότριον τῆϲ πτώϲεωϲ ἢ ϲολοικιϲμὸν ποιήϲει ἢ παρέμπτωϲιν ἑτέρου ῥήματοϲ· ἢ ἐμοῦ ἀκούει Τρύφων ἢ ϲοῦ ἢ Δίωνοϲ, διὰ τὴν κοινότητα τοῦ ῥήματοϲ, ἐπεὶ οἷόν τε φάναι ἢ ἐμοῦ ἀκούει Τρύφων ἢ ϲοὶ ὁμιλεῖ. ὁμολόγωϲ οὖν ἑνὸϲ ὄντοϲ τοῦ ῥήματοϲ καὶ λόγου καταλλήλου ὄντοϲ δίδοται καὶ τὰϲ αὐτὰϲ πτώϲειϲ εἶναι. ἢ ἐγώ οὖν ἀπέρχομαι ἢ ϲὺ ἤ Διονύϲιοϲ· καὶ εἰ μὲν ἀκατάλληλοϲ ὁ λόγοϲ, εἴη ἂν καὶ τὸ ϲύ ἑτέραϲ πτώϲεωϲ, εἰ δὲ κατάλληλοϲ, δίδοται τὸ καὶ εὐθείαϲ εἶναι. —