Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 39-4
Not analysed yet
Eἴπερ οὖν ἥνωτο καὶ ἐν τῷ καταγράφω, ἀδιάφορον εἰχε τὸ ἔξωθεν προϲκλιθῆνάι· ὡϲ γὰρ ἔφαμεν, οὐκέτι πρόθεϲιϲ, μέροϲ δὲ ῥήματοϲ. εἰ δὲ οὐ προϲδίδωϲι τῇ κλίϲει τὸ ἔξωθεν ἐγγενέϲθxι, ὁμόλογον ὅτι τὸ ἰδίωμα οὐκ ἄλλο τι ϲημαίνει ἢ τὴν περάθεϲιν. —ἀλλ’ οὐδὲ τὰ τοῦ τόνου ἀπεμφαίνοντά ἐϲτιν· ἰδοὺ γὰρ ἔχει τὸ ἰδίωμα τῆϲ παραθέϲεωϲ, τὸ ϲυντηρεῖν τοὺϲ τόνουϲ, κατεῖχον, καθῆψα, προῆλθον. καὶ ἐπὶ τῶν ὁμοίων ὁ αὐτὸϲ λόγοϲ.»