Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 40-2
Not analysed yet
Τὴν τῶν ὀνομάτων ϲύνταξιν ἀνθυπῆλθον αἱ ἀντωνυμίαι οὐχ, ὥϲ τινεϲ ᾠήθηϲαν, δι’ ἄγνοιαν τῶν ὀνομάτων· ποία γὰρ ἄγνοια τῶν ὀνομάτων ἐν τῷ ϲοὶ μὲν ἐγώ, ϲὺ δ’ ἐμοί {Δ 63}; ἀλλὰ ϲαφὲϲ ὅτι οὐ δυναμένων τῶν ὀνομάτων ἐν τοῖϲ πρώτοιϲ καὶ δευτέροιϲ προϲώποιϲ καταγίνεϲθαι, καθὼϲ δεδείξεται. —