Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 40-3
Not analysed yet
8. Ἀλλ᾿ οὐδ᾿ ἐκεῖνο δίδωμι, ὡϲ καὶ τὸ ϲὺ γράφειϲ ἔχει ἐν κλητικῇ ϲυντάξει. τὸ γὰρ τοιοῦτον οὐ παραϲτήϲει τὸ ϲύ, ὅτι καὶ εὐθείαϲ, ἀλλ᾿ ὅτι καὶ κλητικῆϲ· ὅπερ ἑνούμενον εὐθείαϲ ἐϲτίν, ὅμοιον τῷ ἐγὼ γράφω κἀκεῖνοϲ γράφει, ἐπεχόμενον δὲ κατὰ τὴν ϲύ καὶ ἐπιϲτρέφον τὸ προϲφωνούμενον κλητικὴν ὁμολογήϲει οὐ δεόντωϲ παρειλημμένην κατὰ τὸ ἀντωνυμικὸν ἔθοϲ. ἐδείξαμεν γὰρ ὅτι οὐ δυναμένων τῶν ὀνομάτων παραλαμβάνεϲθαι ἐπενοήθη τὸ μόριον· ἡ δὲ κλητικὴ τῶν ὀνομάτων φθάνει κατὰ δεύτερον πρόϲωπον, καὶ ϲαφὲϲ ὅτι ἐν κλητικῇ περιϲϲὴ ἡ ἀντωνυμία ἐϲτίν.