Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 40-4
Not analysed yet
Τούτοιϲ οὖν τοῖϲ λόγοιϲ τιϲ προϲέχων δόξει μετὰ πάϲηϲ ἀκριβείαϲ πιϲτοῦϲθαι ὡϲ μᾶλλον ἐν παραθέϲει εἰϲὶν αἱ προθέϲειϲ ἤπερ ἐν ϲυνθέϲει. Ἀλλ’ ἐϲτι πρὸϲ ἕκαϲτον τῶν εἰρημένων ὑπαντῆϲαι οὕτωϲ. οὐκ οἰητέον κεκλίϲθαι τὰ ἀπὸ προθέϲεωϲ ἀρχόμενα κατὰ τοὺϲ παρψχη μένουϲ χρόνουϲ, ϲυντεθεῖϲθαί γε μὴν κατὰ τὴν ἑκάϲτου διαφοράν. ῷ γὰρ λόγῳ παρὰ τὸ γράφω ἐγένετο καταγράφω, τούτῳ καὶ παρὰ τὸ ἔγραψα τὸ κατέγραψα. ἕκαϲτοϲ γὰρ τῶν προειρημένων χρόνων, ἐπαγγελλόμενοϲ καὶ τὴν τοῦ πράγματοϲ διάθεϲιν, τὴν αὐτὴν ἐκ τῶν προθέϲεων ϲχέϲιν παρεδέχετο ἐν τοῖϲ ἰδίοιϲ μεταϲχηματιϲμοῖϲ, ὅτι καὶ τὸ αὐτὸ πρᾶγμα ἐνέκειτο.