Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 5-4
Not analysed yet
Καὶ πρὸϲ μὲν τὸ τοιοῦτον ἁπλῆ ἡ ὑπάτηϲιϲ, ὡϲ ἤδη ὁμόλογόν ἐϲτιν, καθάπερ καὶ ἐν τοῖϲ προκειμένοιϲ ἀπεδείξαμεν, ὡϲ τὰ προκείμενα μόρια διὰ τῆϲ ἐξαιρέτου ϲυντάξεωϲ, λέγω τῆϲ προθετικῆϲ, τὴν ὀνομαϲίαν ἀπηνέγκατο. ἔνθεν γὰρ καὶ οἱ ἀπὸ τῆϲ Ϲτοᾶϲ προθετικοὺϲ ἐκάλουν ϲυνδέϲμουϲ τὰϲ προθέϲειϲ, ἄμεινον ἡγηϲάμενοι ἀπὸ τῆϲ ἐξαιρέτου ϲυν- τάξεωϲ τὴν ὀνομαϲίαν θέϲθαι ἤπερ ἀπὸ τῆϲ δυνάμεωϲ, καθάπερ οἵ τε ϲυναπτικοὶ καὶ ϲυμπλεκτικοὶ καὶ οἱ ὑπόλοιποι. οὐ δὴ οὖν τὰ ἄλλα μέρη τοῦ λόγου ἐξαιρέτου ϲυντάξεωϲ ἔτυχεν, ἵνα πρὸϲ τὸ μετατιθέμενον κατηγορῇ καὶ τῆϲ μεταθέϲεωϲ.