Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 41-2
Not analysed yet
Φήϲει τιϲ· «Οὐχὶ οὖν καὶ ἀγνοίαϲ οὔϲηϲ ὀνομάτων φαμὲν ϲύ ἢ ϲέ;» Πρὸϲ ὃ ῥητέον ὅτι ἐκ παρεπομένου τὸ τοιοῦτον ἐγένετο, εἴγε καὶ ἐν γνώϲει ὄντα τὰ ὀνόματα πάλιν ἀπαιτεῖ τὴν ἀντωνυμικὴν ϲύνταξιν, οὐκ ἔλαττον δὲ καὶ οὕτωϲ ἀνθυπέϲτη τοῦ ὀνόματοϲ. καὶ γὰρ δυνάμει κύριον ὄνομα νοεῖται διὰ τῆϲ ἀντωνυμίαϲ, οὔ φημι τὸ τῆϲ φωνῆϲ ὄνομα, τὸ δὲ ἐξ αὐτῆϲ δεικνύμενον, τουτέϲτιν ἡ ἰδία ποιότηϲ τοῦ ὑποκειμένου.