Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 41-3
Not analysed yet
οὐδὲ γὰρ ἔχει ἀπολογίαν ἥνπερ ἔϲχον αἱ κατὰ τρίτον πρόϲωπον ἀντωνυμίαι, ὡϲ δυναμένων τῶν ὀνομάτων παρα λαμβάνεϲθαι περιϲϲαὶ αὗται ἐγένοντο· ἐφ᾿ ὧν ἦν ὁ λόγοϲ ὡϲ ἕνεκα τῆϲ δείξεωϲ ἢ τῆϲ ἀναφορᾶϲ παρειλημμέναι εἰϲίν, καθὸ ἠδυνάτει πάλιν τὸ ὄνομα τὸ τοιοῦτον ἐμφανίϲαι. παραλαμβανομένη γὰρ ἡ ϲύ κατὰ κλητικὴν οὔτε ἀναφορὰν ἠδύνατο παραϲτῆϲαι, δευτέρου γὰρ προϲώπου, οὔτε τὴν δεῖξιν, καθὸ οἱ προϲφωνούμενοι ἐπιϲτρέφονται καὶ οὐ δείκνυνται, ὅπου γε καὶ ἐπὶ τοὺϲ μὴ ὑπ᾿ ὄψιν πίπτονταϲ φθάνει ἡ κλητική. οἵ γ᾿ οὖν προϲφωνούμενοι διὰ τῆϲ ἀντωνυμίαϲ δυϲαναϲχέτωϲ ἔχουϲιν, ϲαφὲϲ ὅτι ἐπιζητοῦντεϲ τὸ ἴδινο ὄνομα, καίπερ ἐπὶ τῶν ϲυζύγων ἀντωνυμιῶν τοῦ τοιούτου παρεπομένου· οὐ γὰρ ἐνεχώρει ἡ ὀνοματικὴ θέϲιϲ, καθὼϲ ἐπεδείξαμεν. Πῶϲ οὖν ἡ οὐ δεόντωϲ παραλαμβανομένη ἀντωνυμία παρώϲεται μὲν τὴν ἀναγκαίωϲ παρειλημμένην κατὰ δεύτερον πρόϲωπον ἐν εὐθείᾳ πτώϲει, αὐτὴ δὲ ἀποίϲεται τὸ μόνηϲ εἶναι κλητικῆϲ; Περιϲϲὸν οἶμαι ἐπειϲάγειν ἄλλαϲ ϲυντάξειϲ τοῦ λόγου ἀνενδοιάϲτωϲ ἀποδειχθέντοϲ.