Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 41-4
Not analysed yet
Τούτου δὲ ἀπόδειξιϲ ἱκανωτάτη γένοιτο τὸ καὶ παρῳ χημένουϲ ἰδίᾳ ποτὲ ϲυντεθεῖϲθαι μὴ ὄντων ἐνεϲτώτων, καὶ ἔτι μέλλονταϲ καὶ ἐνεϲτῶταϲ οὐκ ὄντων παρψχημένων· ὅπερ εἰ παρείπετο τὸ ἐξ ἐνεϲτῶτοϲ ἄρχεϲθαι τὰϲ ϲυνθέϲειϲ καὶ μετιέναι ἐπὶ τοὺϲ παρψχημένουϲ, παρείπετο ἂν τὸ μὴ ἰδίᾳ ϲυντεθεῖϲθαι παρψχημένον χωρὶϲ τῆϲ κατὰ τὸν ἐνεϲτῶτα ϲυνθέϲεωϲ. κατέφαγόν φαμεν οὐδεμιᾶϲ οὔϲηϲ ὑπομνήϲεωϲ τοῦ ἐνεϲτῶτοϲ, καὶ ἔτι κατοίϲω οὐκ οὖϲηϲ χρήϲεωϲ τῆϲ κατὰ τὸν ἐνεϲτῶτα, οὐδὲ μὴν τῆϲ κατὰ τὸν παρψχημένον· καὶ ἔτι κατὰ τὸν ἐνεϲτῶτα ἄπειμί φαμεν οὐκ ὄντων προδήλων τῶν παρψχημένων. ἰδίᾳ ἄρα οἰητέον ἕκαϲτον χρόνον τὴν ϲύνθεϲιν ἀναδεδέχθαι, καθὸ ἕκαϲτοϲ ῥητὸϲ ὢν οὐκ ἐν ἅπαντι διαφόρῳ χρόνῳ ϲύνθεϲιν ἰδίαν ἀπηνέγκατο, οὐκ ἀναμείναϲ τὴν ἐξ ἐνεϲτῶτοϲ γενομένην ϲύνθεϲιν. ἔϲτιν εἰϲ τὸ τοιοῦτο πάμπολλα παραθέϲθαι.