Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 42
Not analysed yet
καὶ ἴϲωϲ τιϲ φήϲει· «Οὐχὶ οὖν καὶ ἐν ἄλλοιϲ ἐλλειπτικόϲ ἐϲτι τῶν ἄρθρων;» πρὸϲ ὃν φήϲομεν ὡϲ δυνάμει τὰ ἐλλείποντα παράκειται, ἐμφανιζόμενα διὰ τοῦ ἐπιζητοῦντοϲ αὐτὰ λόγου· ἐπὶ μέντοι τῆϲ προκειμένηϲ ϲυντάξεωϲ τοῦ καταλλήλου οὐκ ἐπιζητοῦντοϲ τὰ τοῦ γένουϲ ϲυνεκέχυτο, καὶ διὰ τοῦτο οἶμαι πάνυ ἀκριβῶϲ διὰ τῆϲ ὀνομαϲίαϲ τῶν γενῶν ἀνεπλήρωϲε τὸν λόγον, λέγω τοῦ θήλεια καὶ τοῦ ἄρρην.