Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 42-2
Not analysed yet
Ἕνεκεν τούτου πρὸϲ οὐδὲν χρειώδειϲ εἰϲὶν αἱ ἀντωνυμίαι ϲτερόμεναι τοῦ τε δεικνύντοϲ προϲώπου καὶ τοῦ δεικνυμένου, εἴγε αἱ ἐγγραφόμεναι πάνυ ἀοριϲτόταταί εἰϲιν, ὅτι καὶ τῆϲ ἰδίαϲ ὕληϲ ἀπεώϲθηϲαν. ἔνθεν δοκεῖ μοι πάνυ εὐλόγωϲ κατὰ τὰϲ ἐπιϲταλτικὰϲ γραφὰϲ χωρὶϲ τῶν προτεθειμένων ὀνομάτων τὰ τοῦ λόγου μὴ καθίϲταϲθαι. ἐγγραφομένων γὰρ τῶν ἀντωνυμιῶν διὰ τὰϲ ἐπιϲυμβεβηκυίαϲ πράξειϲ τῷ τε ἀποφαινομένῳ προϲώπῳ ὑπὲρ αὑτοῦ καὶ τῷ πρὸϲ ὃν ἡ ἀπόταϲιϲ τοῦ λόγου, ἀναγκαίωϲ ϲυμβαίνει τὸ γράφεϲθαι τὴν τῶν ὀνομάτων θέϲιν, ἵνα δυνάμει κατὰ τούτων τὰϲ δείξειϲ ποιήϲωνται αἱ ἀντωνυμίαι. τὸ γὰρ ἐγώ ϲοι καὶ. πάλαι ἔγραψα δείκνυϲι διὰ μὲν τῆϲ ἐγώ τὴν προκειμένην εὐθεῖαν, διὰ δὲ τῆϲ ϲοί τὴν ἀνθυπαγομένην δοτικήν. πρόδηλον γὰρ ὅτι τῶν ὀνομάτων περιγραφέντων καὶ τὰ τῶν ἀντωνυμιῶν ἀόριϲτα γίνεται.)