Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 42-3
Not analysed yet
Ἐκεὶνό γε μὴν οὐ δοκεῖ μοι παρέλκειν, τὸ καὶ ὑπὲρ τῶν ὑπολοίπων κλητικῶν, λέγω ἐν ἀντωνυμίαιϲ, προϲδιαϲαφῆϲαι, ὡϲ κατὰ 10 τὸν αὐτὸν μὲν λόγον καὶ αἱ δυϊκαὶ καὶ αἱ πληθυντικαὶ cύνειϲι καὶ ἐν κλητικῇ τοῦ αὐτοῦ ὑπόντοϲ λόγου, πάλιν ἐν ὁμοφωνίᾳ οὖϲαι ταῖϲ κατ᾿ εὐθεῖαν, οὔ γε μὴν ἐν πρώτῳ ἢ τρίτῳ, καθότι οὔτε ἑαυτόν τιϲ προϲκαλεῖται οὔτε τὰ ἀπόντα καὶ κεχωριϲμένα τῶν προϲώπων· κλητικὴ γὰρ παρόντοϲ προϲώπου πτῶϲίϲ ἐϲτιν, τοϲαύτην ἔχοντοϲ ἀπόϲταϲιν ἐφ᾿ ἣν ἂν ἡ φωνὴ ϲυντείνειεν. ὀρθῶϲ οὖν οὔτε ἡ αὐτόϲ κλητικὴν ἔχει, ἄπεϲτι γάρ, οὔτε ἡ ἐκεῖνοϲ· εἰϲ ἀπόϲταϲιν γὰρ προϲώπου ἐπενοήθη, ἥτιϲ μάχεται τῷ ἰδιώματι τῆϲ κλητικῆϲ. —ἡ γοῦν οὗτοϲ, οὐ ταὐτὰ ἐπιδεξαμένη ταῖϲ προκειμέναιϲ ἀντωνυμίαιϲ, δεόντωϲ καὶ ἐπὶ κλητικῆϲ τίθεται. δι᾿ ὃ καὶ μάτην κατεμέμψαντο τὴν τῶν ἀρχαίων χρῆϲιν, αὐτὸ μόνον ὑπολαβόντεϲ ὡϲ τὸ τρίτον πρόϲωπον ἐν ἀντωνυμίαιϲ ἀπαράδεκτόν ἐϲτι κλητικῆϲ πτώϲεωϲ. ἦν δὲ οὐ τὸ τρίτον, τὸ δὲ παρεπόμενον τῷ τρίτῳ, ἐπεὶ καὶ τὰ ὀνόματα τρίτου ἐϲτὶν προϲώπου καὶ οὐκ ἀμοιρεῖ κλητικῆϲ πτώϲεωϲ.