Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 43
Not analysed yet
Ἔϲτιν οὖν, καθὸ καὶ ἐν ἄλλοιϲ ἀπεφηνάμεθα, ἴδιον ἄρθρου ἡ ἀναφορά, ἐϲτι προκατειλημμένου προϲώπου παραϲτατική. Ἀναφέρεται δὲ τὰ ὀνόματα ἤτοι κατ᾿ ἐξοχήν, ὅτε φαμὲν οὗτόϲ ἐϲτιν ὁ γραμματικόϲ, τοιοῦτόν τι ἐμφαίνοντεϲ ὁ πάντων προήκων, ὡϲ ἔϲτιν εἰπεῖν, ὁ γραμματικώτατοϲ. τῇδε γὰρ καὶ ὡϲ ϲυλλαβὴν τὸ ἄρθρον ἀπηνέγκατο ὁ ποιητήϲ, ἀπενεγκάμενοϲ καὶ τὴν ἁπάντων ἐξοχὴν καὶ τὴν πρὸϲ ἁπάντων προπεπεραϲμένην γνῶϲιν. —Ἣ καὶ κατὰ μοναδικὴν κτῆϲιν. ὁ γὰρ οὕτωϲ ἀποφαινόμενοϲ, δοῦλόϲ ϲου ταῦτα ἐποίηϲε, πλῆθοϲ ὑπαγορεύει 25 δούλων· ὁ δὲ μετὰ τοῦ ἄρθρου, ὁ δοῦλόϲ ϲου ταῦτα ἐποίηϲε, μοναδικὴν κτῆϲιν ὑπαγορεύει. —Ἣ καὶ κατ’ αὐτὸ μόνον ἁπλῆν ἀναφοράν, ὅτε φαμὲν ὁ ἄνθρωποϲ ἦλθέ ϲε ζητῶν, ὁ γραμματικόϲ ϲε ἐζήτει, νῦν οὐχ οὕτωϲ ἀκουομένου τοῦ ὁ γραμματικόϲ, καθὼϲ πρόκειται. —