Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 43-2
Not analysed yet
Ἔϲτιν οὖν αἴτιον τοῦ μὴ δύναϲθαι τὰ ὀνόματα παραλαμβάνεϲθαι κατὰ πρῶτον καὶ δεύτερον τὸ τὰϲ θέϲειϲ τῶν ὀνομάτων μήτε ἐν πρώτῳ μήτε ἐν δευτέρῳ προϲώπῳ δύναϲθαι καταγίνεϲθαι. οὐ γὰρ πρὸϲ τοὺϲ γενομένουϲ ἡ ἀπόταϲιϲ γίνεται τοῦ ὀνόματοϲ ὑπὲρ τῆϲ αὐτῶν θέϲεωϲ, ὅπερ ἴδιον δευτέρου προϲώπου· οὔτε μὴν ἑαυτοῖϲ τιθέμεθα, ὅπερ ἴδιον πάλιν τοῦ πρώτου προϲώπου. ἀνάγκη οὖν πᾶϲα εἰϲ τὰ τρίτα πρόϲωπα χωρεῖν τὰ ὀνόματα κατὰ πᾶϲαν πτῶϲιν χωρὶϲ κλητικῆϲ· αὕτη γὰρ πρώτη ἐπιϲτρέφει τὴν ἐκ τῶν τρίτων προϲώπων θέϲιν εἰϲ τὸ δεύτερον διὰ τὴν ἐξ αὐτῆϲ γινομένην ἀντίληψιν τοῦ ἀναδεξαμένου προϲώπου τὸ ὄνομα.