Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 43-3
Not analysed yet
Ἀκόλουθόν ἐϲτιν διαλαβεῖν καὶ περὶ τῶν ἐν ταῖϲ κτητικαῖϲ κλητικῶν. Αἱ μὲν οὖν τοῦ πρώτου προϲώπου καὶ ἕνεκα τοῦ παρεπομένου λόγου ϲυνίϲτανται καὶ ἔτι τῆϲ ϲυνούϲηϲ χρήϲεωϲ. οἷόν τε γὰρ προϲφωνεῖν τὰ ὑπακουόμενα κτήματα, ὅπου γε καὶ ἐν εὐθείᾳ πρὸϲ πρόϲωπον λέγεται κατὰ τὰϲ ὑπαρκτικὰϲ ϲυντάξειϲ, ἡμέτεροϲ ὑπάρχειϲ φίλοϲ, ἐμὸϲ εἶ γνώριμοϲ. ἔϲτι δὲ καὶ τὰ τῆϲ χρήϲεωϲ, ἡνίκα ὁ Νέϲτωρ τοὺϲ ἰδίουϲ παῖδαϲ προϲφωνεῖ παῖδεϲ ἐμοί {γ 475}, καὶ ἔτι παρὰ Καλλιμάχῳ ὦ ἐμαὶ τοῦ ἀπιόντοϲ ἄγκυραι {fr. 97 Schn. },καὶ ἐπὶ τῆϲ ϲυλλαμβανούϲηϲ τοὺϲ ἄλλουϲ παῖδαϲ Ἀθηνᾶϲ ὧ πάτερ ἡμέτερε Κρονίδη {Θ 31. α 45 et 81. ω 473}.