Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 44
Not analysed yet
Ἕϲθ᾿ ὅτε δὲ καὶ προληπτικώτερον πρόϲωπον ἀναφέρει, ὅτε δὴ καὶ ἀοριϲτῶδεϲ φαίνεται, ὅτε οὕτωϲ φαμέν, ὁ τυραννοκτονήϲαϲ τιμάϲθω. τὸ γὰρ ὡϲ ἐϲόμενον πρόϲωπον ἀνεπόληϲεν, ὅμοιον καθεϲτὼϲ ἐκείνῳ κεῖνοϲ γὰρ πέρι κῆρι μακάρτατοϲ ἔξοχοϲ ἄλλων, ὅϲ κέ ϲε ἕδνοιϲιν βρίϲαϲ οἶκον δ’ ἀγάγηται {ζ 158 seq. }. (οὐ γὰρ ὅμοιόν ἐϲτι τῷ κεῖνοϲ ἀνήρ, ὅτ᾿ ἐμεῖο κυνώπιδοϲ {δ 145}, ἐπεὶ τοῦτο μὲν τὸ προγεγονὸϲ πρόϲωπον ἀναπολεῖ, τὸ δὲ προκείμενον τὸ ὡϲ ἐϲόμενον) οὐ λέληθε δέ με ὡϲ δύναται καὶ προϋφεϲτὼϲ πρόϲωπον ἀναφέρειν τὸ ὁ τυραννοκτονήϲαϲ τιμάϲθω. φέρε γάρ, εἰ τύχοι, τυραννοκτονῆϲαί τινα καὶ μήπω τετιμῆϲθαι, ἐπιβάλλοντοϲ δὲ τοῦ τοιούτου φάναι τινὰ ὁ τυραννοκτονήϲαϲ τιμάϲθω· ὅπερ πάνυ ἐμφανέϲτατον γενήϲεται μετὰ ὁριϲτικῆϲ προφορᾶϲ, καὶ μάλιϲτα ἐπὶ παρῳχημένου χρόνου, ὁ τυραννοκτονήϲαϲ τετίμηται. —Δεδείξεται δὲ ὡϲ καὶ πλήθουϲ ἔϲθ᾿ ὅτε ἔμφαϲιν ποιεῖ.