Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 44-2
Not analysed yet
Προφανὲϲ δὲ κἀκεῖνό ἐϲτιν, ὡϲ ἐξ αὑτῶν ποιούμενοι τοὺϲ λόγουϲ πρόϲ τιναϲ, ὀφείλομεν ἀναμερίϲαι τὰ πρόϲωπα. καὶ φαίνεται ὡϲ οὐκ ἐνὸν τοῖϲ ὀνόμαϲι ϲυγχρῆϲθαι, καθότι τρίτα ἦν ταῦτα, ὁ δὲ λόγοϲ ἀπῄτει τὸ ἐκ πρώτου προϲώπου δεύτερον. καὶ ἔνθεν παρειϲέδυον αἱ ἀντωνυμίαι τὸ ἀδύνατον τοῦ ὀνόματοϲ ἀνταναπληροῦϲαι, ἡνίκα φαμὲν ἐγώ ϲοι ἔγραψα. προείρηταί γε μὴν ἡ αἰτία τοῦ μίαν οὖϲαν τὴν ἀντωνυμίαν ἀντὶ πάντων ὀνομάτων παραλαμβάνεϲθαι.