Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 44-3
Not analysed yet
Ἥ γε μὴν κατὰ τρίτον ὑπὸ μὲν τοῦ λόγου ϲυνίϲταται· οἷόν τε γὰρ τό τινοϲ κτῆμα προϲφωνεῖν, ὡϲ ἔϲτιν ἐπινοῆϲαι καὶ ἐπὶ τῶν κτητικῶν ὀνομάτων. καὶ ταῦτα γὰρ ἐν δυϲὶ τρίτοιϲ προϲώποιϲ καταγινόμενα ἔχει χρῆϲιν τῆϲ κλητικῆϲ, Ἀριϲτάρχειε, Αἰάντειε, Τελαμώνιε. ὅπερ ἂν ϲυμβαίη καὶ ἐπὶ τῶν ἀντωνυμιῶν· ϲυϲταίη γὰρ ἂν ἡ ϲφέτερε· οὔ γε μὴν τὰ τῆϲ χρήϲεωϲ ἐγένετο ἡμῖν ἐμφανῆ.