Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 45-2
Not analysed yet
Οὐκ ἂν οὖν τιϲ ὑπολάβοι ὡϲ πρὸϲ οὐδὲν χρειώδειϲ αἱ κατὰ τὸ τρίτον πρόϲωπον ἀντωνυμίαι, δυναμένων τῶν ὀνομάτων παραλαμβάνεϲθαι; «καὶ γὰρ εἰ ἐνεχώρει κατὰ πρῶτον καὶ δεύτερον πρόϲωπον παραλαμβάνεϲθαι τὰ ὀνόματα, ἴϲωϲ ἂν ἐγένετο μηδὲ τὴν ἀντωνυμίαν προϲηυρῆϲθαι». ἀλλ’ ἔϲτι γε πρὸϲ τὸ τοιοῦτον φάναι· αἱ ἀντωνυμίαι ἅπαξ ἀντὶ ὀνομάτων γενόμεναι ἐκ παρεπομένου ἔϲχον καὶ τὴν δεῖξιν· ὑπ’ ὄψιν γὰρ πίπτοντα τὰ ἐξ αὐτῶν πρόϲωπα ἑωρᾶτο, καὶ οὕτωϲ τὸ μόριον ἐξαιρέτωϲ ἀπηνέγκατο τὴν δεῖξιν, ἥτιϲ ϲυνώδευϲεν κατὰ ϲυζυγίαν τοῦ πρώτου καὶ δευτέρου προϲώπου ἄχρι τοῦ τρίτου. οὐ καθὸ οὖν τὰ ὀνόματα ἀνέφικτα ἐν τριϲὶ προϲώποιϲ, ἐγένοντο αἱ ἀντωνυμίαι, ἀλλὰ καθὸ ἀμοιρεῖ δείξεωϲ, ἥτιϲ ἐϲτὶν ἐν ἀντωνυμίαιϲ. ϲύνεϲτι γοῦν ἀμφότερα ἐν τῷ οὗτοϲ δ’ Αἴαϲ ἐϲτὶ πελώριοϲ {Γ 229} πάνυ ἀναγκαίωϲ· ἕνεκα γὰρ τοῦ ὁρᾶϲθαι τὸν Αἴαντα ἡ δεῖξιϲ παρείληπται, ἕνεκα δὲ τῆϲ ἰδίαϲ ποιότητοϲ, ὑπὲρ ἧϲ καὶ ἠρώτηϲεν, τὸ Αἴαϲ.