Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 45-3
Not analysed yet
Τὰ γὰρ ἐπὶ δευτέρου προϲώπου οὐ μόνον ἡ χρῆϲιϲ κατέλειψεν, ἀλλὰ καὶ ὁ λόγοϲ ἀδυνατεῖ ϲυνέχειν, οὐχ, ὡϲ οἴεται Ἅβρων, ὅτι διάφοροϲ ὁ ἐπ᾿ αὐτοῖϲ ἀριθμὸϲ γενήϲεται. «τὸ γὰρ ὑμέτερε», φηϲί, «πληθυντικὸν μὲν ἀκουϲθήϲεται κατὰ τὸν κτήτορα, ἑνικὸν δὲ κατὰ τὸ κτῆμα· καὶ ϲαφὲϲ ὅτι δώϲει τὸ ὑπάρξαι κλητικὴν δευτέρου προϲώπου ἰϲαρίθμου καθεϲτώϲηϲ τῆϲ ἀντωνυμίαϲ, εἴ τιϲ φαίη ὦ ὑμέτεροι».