Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 46-2
Not analysed yet
Τούτων οὖν τῇδε ἐχόντων ϲαφὲϲ ὅτι τὸ Ἀπολλώνιοϲ γράφω καὶ τὰ τούτοιϲ ὅμοια προφανῶϲ ἀκατάλληλα, καὶ οὐ δι’ ἄλλο τι ἢ διὰ τὴν τῶν προϲώπων ἀκαταλληλότητα, εἴγε τρίτου μὲν προϲώπου τὸ ὄνομα, πρώτου δὲ τὸ ῥῆμα· κατάλληλον δὲ τὸ ἐν δυϲὶν τρίτοιϲ Ἀπολλώνιοϲ γράφει.