Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 46-3
Not analysed yet
ἔϲτιν οὖν αἴτιον τοῦ μὴ ϲυνίϲταϲθαι τὴν ἀντωνυμίαν τὸ διάφορον τῆϲ πτώϲεωϲ, ἔχοντοϲ τοῦ λόγου οὕτωϲ. πᾶν πρόϲωπον πληθυντικὸν ϲυνέϲτηκεν ἐξ ἑνικῶν ὁμοιοπτώτων, ἐάν τε κατὰ ϲύλληψιν διαφόρων προϲώπων, ἐάν τε καὶ ἐξ ὁμοειδῶν ϲυνεϲτήκῃ. διαφόρων μὲν οὖν προϲώπων, ἐμὲ καὶ ϲὲ καὶ τοῦτον ἐθεάϲατο Τρύφων, ὃ γενήϲεται ἡμᾶϲ ἐθεάϲατο Τρύφων· ἐμοὶ καὶ ϲοὶ καὶ τοῖϲ περὶ Διονύϲιον ἐλάληϲεν Τρύφων, ὃ γενήϲεταιι ἡμῖν ἐλάληϲεν ἐκ δὲ τῶν αὐτῶν προϲώπων ϲὲ καὶ ϲὲ ἐθεάϲατο Δίων —ὑμᾶϲ ἐθεάϲατο Δίων, τοῦτον καὶ τοῦτον μέμφομαι —τούτουϲ μέμφομαι. δεδομένου δὲ τοῦ τοιούτου δίδοται κἀκεῖνο, ὡϲ πάντα τὰ δεύτερα πρόϲωπα προϲφώνηϲιν ἔχει τὴν πρὸϲ αὐτά, ὡϲ ἔχει τὸ ὑμῶν, ὑμᾶϲ. τὸ δὴ οὖν ὑμέτεροι δευτέρουἐϲτὶν προϲώπου κατ᾿ ἄμφω τὰ πρόϲωπα· καὶ γὰρ προϲφωνοῦνται οἱ κτήτορεϲ ἕνεκα τῆϲ ἐγκειμένηϲ ἀντωνυμίαϲ, καὶ τὰ κτήματα ἕνεκα τῆϲ ἐγγενομένηϲ κλητικῆϲ. ἀμφότερα οὖν δεύτερα καθεϲτῶτα διάφορά ἐϲτιν κατὰ τὰϲ πτώϲειϲ, εἴγε γενικὴ μὲν ἔγκειται τῶν κτητόρων, κλητικὴ δὲ τῶν κτημάτων. δι᾿ ὃ καὶ οὐκ ἀπερειδόμενοι μόνον πρὸϲ τὴν χρῆϲιν περιγράφομεν τὰϲ ἀντωνυμίαϲ, πρὸϲ δὲ τὸν ἐκτεθειμένον λόγον.