Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 47-2
Not analysed yet
Ἀλλ’ οὐκ ἐν τῷ καθόλου πάλιν τὸ τοιοῦτο. τὰ γὰρ ὕπαρξιν ἢ ἰδίαϲ ποιότητοϲ θέϲιν ϲημαίνοντα τῶν ῥημάτων προϲίενται τὸ δοκοῦν ἀκατάλληλον, εἰμὶ Ὀδυϲϲεύϲ, Τρύφων ὀνομάζομαι καὶ τὰ τούτοιϲ ϲύζυγα. πάλιν γὰρ οὐκ ἐγχωρεῖ τὴν ἰδίαν θέϲιν κοινῇ φωνῇ προϲχαρίϲαϲθαι ἐπὶ πᾶν ϲυντεινούϲῃ, εἰ φαίημεν ἐγὼ ὀνομάζομαι, ἐγὼ κληΐζομαι. (καὶ ϲαφέϲ ἐϲτιν ὅτι τὸ ἐγώ εἰμι ἐνεχώρει ἐγγίνεϲθαι· ὕπαρξιν γάρ, οὐκ ἰδίαϲ ποιότητοϲ θέϲιν ἐϲήμαινεν, κοινῆϲ δέ, ἐφ’ ἣν ϲυντείνει τὸ ἐγώ.) ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῶν ἐξῆϲ προϲώπων. —ϲαφὲϲ οὖν ὅτι οὐ δυνάμενα διαψεύϲαϲθαι τὴν ἰδίαν θέϲιν τῶν ὀνομάτων τὰ ῥήματα ἐπιϲπᾶται αὐτὰ ἐκ τρίτου κατὰ τὸ πρῶτον, ὅτε φαμὲν Τρύφων ὀνομάζομαι, οὐ μὴν ἐν τῷ Τρύφων βιάζομαι. τὸ γὰρ βιάζεϲθαι οὐκ ἴδιον ἦν Τρύφωνοϲ, καθάπερ ἡ ἐπ’αὐ τοῦ ὀνομαϲία· δι’ ὃ καὶ τὴν κοινὴν κατὰ παντὸϲ ὀνόματοϲ ἀντωνυμίαν παραλαμβάνει.