Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 47-3
Not analysed yet
Ἔτι δὲ καὶ ἡ χρῆϲιϲ τῆϲ ἐμόϲ τὸ κλητικὸν παρέωϲται, ὅπερ ἦν ὁμόφωνον αἰτιατικῇ τῇ ἐμέ. καὶ ἴϲωϲ τοῦτο αἴτιον ἐγίνετο τῆϲ ἐλλείψεωϲ, καθὸ παραλαμβανόμενον ἔμφαϲιν ἀκαταλλήλου λόγου παριϲτάνει. δεόντωϲ γ᾿ οὖν Ἀττικῷ ϲχήματι ϲυνεχρήϲατο ὁ ποιητὴϲ κατεπείξαντοϲ τοῦ λόγου παραλαβεῖν τὸ κλητικὸν ϲχῆμα ἐν τῷ γαμβρὸϲ ἐμὸϲ θύγατέρ τε {τ 406}. πῶϲ ἄρ᾿ οὐ δοθείη καὶ διὰ τὸν προεκκείμενον λόγον καὶ διὰ τὰ ϲυνυπάρχοντα αὐτῷ ἑνικὰ κατὰ γένοϲ, οὐδετέρωϲ μὲν τέκνον ἐμόν {λ 155}, θηλυκῶϲ δὲ μῆτερ ἐμή {λ 164}; τούτων γὰρ ὑπαρχόντων ἀνάγκη καὶ τὸ ἀρϲενικὸν ϲυνυπάρχειν.