Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 47-4
Not analysed yet
ϲτιν καὶ ὁ ἀπὸ τοῦ τόνου λόγοϲ ϲυνάγων τὴν ἐγγενομένην ϲύνθεϲιν. τὸ μὲν γὰρ τὰϲ αὐτὰϲ τάϲειϲ φυλάττεϲθαι διόν ἐϲτι καὶ παραθέϲεωϲ καὶ ϲυνθέϲεωϲ· παρὰ τοῦ ϲοφοῦ ἦλθεν, παρὰ τὸν ϲοφὸν ἐγένετο· ἀλλὰ μὴν καὶ ἐν ϲυνθέϲει μονὴ τοῦ τόνου γίνεται, περικλυτόϲ, Παναχαιόϲ, ἀντεραϲτήϲ. τό γε μὴν ἀναβιβάζειν τὸν τόνον διόν ἐϲτιν ϲυνθέϲεωϲ. οὐχὶ οὖνἐν τῷ καθῆψα, ἐν τῷ προεῖχον μᾶλλον ϲύνθεϲιϲ ἢ παράθεϲιϲ, καὶ γὰρ ἀμφότερα δύναται εἶναι· ἔν γε μὴν τοῖϲ ἀναβιβαζομένοιϲ τὸ ἐξαίρετον τῆϲ ϲυνθέϲεώϲ ἐϲτιν. ἀνεβιβάϲθη τὸ κάθηται καὶ τὸ κατάκειται, τὸ ϲύνειμι, τὸ ϲύμφημι, τὸ ϲύνοιδα, κάτεχ’ οὐρανόν {ν 269}, Νέϲτωρ δ’ αὖ τότ’ ἔφιζε {γ 411}, ἔνεϲαν ϲτονόεντεϲ ὀϊϲτοί {φ 12. 60}, ξύνιϲαν μεγάλῳ ἀλαλητῷ {Ξ 393}, ἄλλα πλεῖϲτα, ὑπὲρ ὧν τὰϲ αἰτίαϲ ἐκθηϲόμεθα· ὥϲ γε κεὶ ἐπὶ τῶν ὀνομάτων φαμέν τινα ϲυντιθέμενα ἀναβιβάζειν τὸν τόνον καί τινα τὴν ταυτότητα τοῦ τόνοο τηρεῖν.