Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 48-2
Not analysed yet
Ἑξῆϲ ῥητέον καὶ περὶ ϲυντάξεωϲ τῆϲ τῶν ἀντωνυμιῶν πρὸϲ τὰ ῥήματα. Αἱ πλάγιοι πτώϲειϲ τῶν ἀντωνυμιῶν πάντωϲ ἐπὶ ῥῆμα φέρονται, ἐξ ϲυντάξεωϲ νοεῖται ἡ ἐγγινομένη διάθεϲιϲ τοῦ προϲώπου. —οὐ μὴν ἀναϲτρέφει τὰ τοῦ λόγου· οὐ γὰρ ἅπαντα τὰ ῥήματα πλαγίουϲ ἀπαιτεῖ ὀνομάτων ἢ ἀντωνυμιῶν, ἐπεὶ ἃ μὲν αὐτῶν αὐτοτελῆ ἐϲτίν, ἃ δὲ ἐλλείπῃ· τό γὰρ περιπατεῖ πλουτεῖ ἢ ζῇ τι τῶν τοιούτων οὐκ ἐπιζητεῖ πλαγίαν πτῶϲιν, περὶ ὧν καὶ ἐντελῆ τὸν λόγον παραϲτήϲομεν ἐν τῇ κατ’ ἰδίαν αὐτῶν ϲυντάξει.