Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 48-3
Not analysed yet
Εἴρηται ἡμῖν περὶ ϲυνεμπτώϲεωϲ τῆϲ ἐμοῦ, πότε κτητική ἐϲτι καὶ πότε πρωτόἡνίκα καὶ περὶ τῆϲ ζηνοδοτείοιυ γραφῆϲ διαλαμβάνομεν. —πρόδηλόϲ τέ ἐϲτι καὶ ἡ ἐμοί ἀντωνυμία ϲυνεμπίπτουϲα πληθυντικῇ ϲυνάρθρῳ καὶ δοτικῇ ἑνικῇ κατὰ πρῶτον καὶ δεύτερον, οὐ μὴν κατὰ τρίτον· ὀρθοτονομένη γὰρ ἡ ἑνικὴ περιϲπᾶται, ἣ γε μὴν κτητικὴ ὀξύνεται. ϲαφὲϲ δ᾿ ὅτι καὶ ἐγκλιθεῖϲαι αἱ πρωτότυποι ἀποβάλλουϲι τὴν ϲυνέμπτωϲιν. δι᾿ ὃ κἀκεῖνο τὸ ἀνάγνωϲμα οὐκ ἐγκλινόμενον τὴν κτητικὴν ἀντωνυμίαν ϲημαίνει, οἱ δὲ οἳ ἐβλάφθηϲαν {Ψ 387}· ἐγκλιτικῶϲ γε μὴν ἀναγνωϲθέν, ἡνίκα ὀξύνομεν τὴν δέ ϲυλλαβήν, ἔθοϲ τηρεῖ Ὁμηρικὸν τὸ δοτικὴν ἀντὶ γενικῆϲ παρειλῆφθαι.