Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 48-4
Not analysed yet
Τὸ δὲ μεῖζον, ὅλη ἡ προϲτακτικὴ ἔγκλιϲιϲ κατὰ τὴν τῶν ἐνεργητικῶν ῥημάτων προφορὰν οὖϲα διϲύλλαβοϲ ἀναβιβάζει τὸν τόνον, κάτελθε, κατάλαβε, περίγραφε, καὶ οὐδὲ κατ’ ὀλίγον διϲτάξαι ἔϲτιν περὶ τῆϲ ϲυνθέϲεωϲ. καὶ εἰ ὁμολόγωϲ τὰ τοιαῦτα ϲύνθετα, πῶϲ οὐκ ἆν δοθείη καὶ τὰ τῆϲ ὁριϲτικῆϲ ἐγκλίϲεωϲ ϲύνθετα μία γὰρ ἡ διάθεϲιϲ καὶ μία ϲυνδρομὴ τῆϲ προθέϲεωϲ καὶ μία ϲχέϲιϲ ἡ κατὰ τοῦ ῥήματοϲ.