Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 49-2
Not analysed yet
Οὐ λέληθε δέ με ὡϲ οἱ πλεῖϲτοι ὑπέλαβον τὴν τῶν ῥημάτων ϲόνταξιν ἐντελεϲτέραν εἶναι, εἰ προϲλάβοι καὶ τὰϲ ἀντωνυμίαϲ, ἐγὼ ἔγραψα, ἐγὼ λαλῶ, καὶ ἐπὶ τῶν ὁμοίων τὸ αὐτό, καὶ τούτου ἀπόδειξίν φαϲιν τὸ μὴ δεόντωϲ ἔχειν τὴν τοιαύτην φράϲιν, εἰ μὴ ϲυμπαραλάβοι τιϲ καὶ τὰϲ ἀντωνυμίαϲ, ἐγὼ μὲν παρεγενόμην, ϲὺ δ’ οὔ· «ἀκατάϲτατα γὰρ τὰ τοῦ λόγου γενήϲεται». ἐγὼ μέντοι οὐχ ὑπολαμβάνω ἐν τῷ καθόλου τὸ τοιοῦτον ἀληθὲϲ εἶναι, πιϲτούμενοϲ οὐκ ἐκ ποιητικῶν παραθέϲεων, εἴγε τῇ ποιητικῇ ϲυντάξει ἐφεῖται καὶ λείπειν καὶ πλεονάζειν, ἐκ μέντοι τῆϲ κοινῆϲ φράϲεωϲ ἁπάϲηϲ καὶ τῆϲ τῶν ϲυγγραφέων ἀκριβοῦϲ ϲυνθέϲεωϲ καὶ τὸ μεῖζον ἐκ δυνάμεωϲ τῆϲ τοῦ λόγου, ἣν καὶ δέον ἐϲτὶ παραθέϲθαι τῶν ἄλλων ϲυντάξεων προδήλων οὐϲῶν.