Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 49-3
Not analysed yet
Εἴπομεν καὶ περὶ ϲυνεμπτώϲεωϲ τῆϲ τῶν ἄρθρων, ὡϲ τὰ ὑποτακτικὰ ταῖϲ κτητικαῖϲ κατὰ τρίτον πρόϲωπον ὁμοφωνεῖ, καὶ ὡϲ πάλιν διὰ τὸ τοιοῦτον πτωτικῶν μὲν ϲυνόντων κτητικαί εἰϲιν ἀντωνυμίαι τὰ τοιαῦτα, ὃν γόνον {λ 234}, οὕνεκ᾿ ἂρ᾿ οὐχ ῷ πατρί {ν 265}, ᾧ θυμῷ εἴξαϲα {ε 126}, ᾗ κεφαλ φορέειν {Π 800}, ἦε ὃν αὐτοῦ χρεῖοϲ {α 409}. ῥημάτων δὲ ἐπιφερομένων πάλινκατάλληλα τὰ ϲχήματα γίνεται ἀρθρικὴν ἀναδεξάμενα ϲύνταξιν, εἴγε καὶ τὸ τοιοῦτον ἐδείχθη, ὡϲ καὶ τὰ ὑποτακτικὰ ἄρθρα ἐπὶ ῥῆμα φέρεται, ἣ μυρί᾿ Ἀχαιοῖϲ ἄλγε᾿ ἔθηκεν {Α 2}, τοῦ ἐξῆϲ ὄντοϲ ἢ ἔθηκεν μυρία κακὰ τοῖϲ Ἕλληϲιν· ὅϲ ποτέ μ᾿ εἰρόμενοϲ {H 127}, ὃϲ εἰρόμενόϲ με. Δυϲέφικτόν ἐϲτιν τὴν ἐν ἅπαϲι τοῖϲ μέρεϲιν τοῦ λόγου ϲυνέμπτωϲιν παραθέϲθαι· ἀρκετὴ γάρ ἐϲτι καὶ ἡ προκειμένη εἰϲ τὸ παραϲτῆϲαι τὴν ὑπόλοιπον ϲυνέμπτωϲιν.