Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 49-4
Not analysed yet
Ἰδοὺ δὴ καὶ ἡ ὑποτακτικὴ ἔγκλιϲιϲ ἐπιδέχεται τοὺϲ ἐπιζευκτικοὺϲ ϲυνδέϲμουϲ πρὸ τῶν προθέϲεων, ἐὰν καταλάβω, ἐὰν καταγράφω· ὅπερ οὐκ ἆν παρείπετο, τῶν προθέϲεων ἀεὶ τὸν ἀρκτικὸν τόπον ἐπεχουϲῶν. ϲαφὲϲ κἀκ τῶν λοιπῶν ἐγκλίϲεων, αἳ πρὸ τῶν προθέϲεων τὰ προϲγινόμενα αὐταῖϲ ἐπιρρήματα ἔξωθεν προϲλαμβάνουϲιν, εἴθε καταλάβοιμι, ἄγε κατάλαβε. Καὶ τοϲαῦτα ἆν εἶη περὶ τοῦ ἡνῶϲθαι τὰϲ προθέϲειϲ τοῖϲ ῥήμαϲιν.