Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 50
Not analysed yet
Καὶ ἕνεκεν τοῦ τοιούτου οὐ ϲυγκαταθείμην ἂν Τρύφωνι {p 24 Velsen} ἀποφαινομένῳ ἐν τῷ περὶ ἄρθρων ὡϲ τὰ ἀπαρέμφατα ῥήματα πῇ μὲν ὀνόματά ἐϲτι τῶν ῥημάτων, ὅτε καὶ ὡϲ ὀνόματα ἄρθρα προϲλαμβάνει, τῷ περιπατεῖν ἥδομαι, τοῦ περιπατεῖν πρόνοιαν ἔχω, καὶ ἔτι ἐπ’ εὐθείαϲ, τὸ περιπατεῖν ἀνιαρόν ἐϲτι· χωρὶϲ μέντοι ἄρθρου λεγόμενα ῥήματα ἂν εἴη, περιπατεῖν θέλω ἤπερ ἑϲτάναι. τοιαύταιϲ γάρ τιϲι ϲυντάξεϲιν ἐδόκει μερίζειν τὸ μὲν ὡϲ ὀνοματικόν, τὸ δὲ ὡϲ ῥηματικόν. πρόκειται οὖν ὁ λόγοϲ φυϲικώτατοϲ, ὃϲ οὐ παρὰ τὰϲ ἐλλείψειϲ τῶν ἄρθρων ἢ παραθέϲειϲ ἐξελέγξει τὸ ἃ μὲν εἶναι ὀνόματα, ἃ δὲ μή. ἅπαξ γὰρ ἐκεῖνο ἔϲτι διαλαβεῖν, ὡϲ πᾶν ἀπαρέμφατον ὄνομά ἐϲτι ῥήματοϲ, εἴγε καὶ οἱ ἀπὸ τῆϲ Στοᾶϲ αὐτὸ μὲν καλοῦϲι ῥῆμα, τὸ δὲ περιπατεῖ ἢ γράφει κατηγόρημα ἢ ϲύμβαμα, καὶ ἔτι τὰϲ ἀπὸ τούτων ἐγκλίϲειϲ. —