Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 50-2
Not analysed yet
Παρυφίϲταται ἔν τιϲι μέρεϲι λόγου δηλούμενα ἑτέρων μερῶν λόγου, ἐν τῷ Αἴαϲ τὸ εἰϲ, ἐν τῷ Κρονίδηϲ γενικὴ ἑνικὴ τοῦ πρωτοτύπου καὶ τὸ υἱόϲ μετ’ εὐθείαϲ ἑνικῆϲ, ἐν τῷ Λεϲβόθεν μετὰ τῆϲ ὀνοματικῆϲ ἐννοίαϲ καὶ ἡ ἔξ πρόθεϲιϲ, ἐν τῷ Αἴαντε τὸ δύω, ἐν τῷ ταχύτεροϲ τὸ μᾶλλον· πάμπολλοϲ ἡ εἰϲ τὸ τοιοῦτο παράθεϲιϲ. καὶ οὐκ ἔϲτιν ὅϲτιϲ φηϲὶ τὸ Κρονίδηϲ λείπειν τῷ υἱόϲ, ὃ μᾶλλον προϲτεθὲν περιϲϲὴν θέϲιν ἐπαγγέλλεται. ἐφιϲτάνομεν τοὺϲ ἀποφαινομένουϲ ἐξ οἴκοθεν, ποιητάϲ χαριζόμενοι τὸ τοιοῦτο, παῤ οἷϲ λείπουϲιν αἱ προθέϲειϲ καὶ πλεονάζουϲιν· ἀλλ’ ὑμεῖϲ ἔρχεϲθε καὶ ἀγγελίην ἀπόφαϲθε {1 649} κατ’ ἔλλειψιν τῆϲ ἀπό· ἐξ οὐρανόθεν προΐαλλε {Θ 365} κατὰ πλεοναϲμὸν τῆϲ ἔξ. ἀλλ’ οὐδὲ τὸ Αἴαϲ ἑνικὸν καλούμενον λείπει τῷ εἰϲ.