Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 50-3
Not analysed yet
Οὐ μὴν ἐκεῖνο ἄξιόν ἐϲτι παραλιπεῖν, δι᾿ ὅτι ἐπὶ μὲν ἀρϲενικῶν καὶ θηλυκῶν πληθυντικῶν προφανὲϲ γίνεται τὸ ἀκατάλληλον ποιουμένων μένων ϲύνταξιν τὴν πρὸϲ τὸ ἑνικόν, εἰ φαίημεν οἱ ἄνδρεϲ λέγει, αἱ γυναῖκεϲ λέγει, οὐ μὴν κατ᾿ οὐδετέραν προφοράν, κἂνμ τὸ αὐτὸ δηλούμενον ᾖ μόνον τοῦ χαρακτῆροϲ ἐνηλλαγμένου, εἰ φαίημεν τὰ γύναια λέγει. οὐδὲ γὰρ ἐκεῖνο τὸ ἄπορον ἐπιλύει, ὡϲ Βοιώτιόν ἐϲτιν ἔθοϲ, ὅμοιον τῷ παρὰ Πινδάρῳ ἀχεῖται ὀμφαὶ μελέων ϲὺν αὐλοῖϲ fr. 45, 18 Boeckh, 75, 18 Schroeder} αὐτὸ γὰρ τοῦτο ἐπιζητεῖ ὁ λόγοϲ, ὡϲ λανθάνει τὸ ϲχῆμα τὸ τοῦ οὐδετέρου. ὅτι γὰρ οὐδὲν ἡ τοῦ γένουϲ ϲύνταξιϲ ὑπεκλύει τὸν λόγον, ὡϲ ὅτι τὰ οὐδέτερα ἁρμόδιά ἐϲτιν τοῖϲ ἑνικοῖϲ, ϲαφὲϲ ἐκ τοῦ ἐν μὲν τοῖϲ ἀπτώτοιϲ ἀδιαφορεῖν τὴν τῶν γενῶν ϲύνταξιν· πᾶν γὰρ μέροϲ λόγου ἄπτωτον μίαν καὶ τὴν αὐτὴν ἔχει ϲύνταξιν ἅπαϲι τοῖϲ γένεϲιν. —